δυσμαὶ μὲν ἦσαν Πλειάδων, σπόρου δ’ὥρη · καί τις γεωργὸς πυρὸν εἰς νεὸν ῥίψας ἐφύλασσεν ἑστώς · καὶ γὰρ ἄκριτον πλήθει μέλαν κολοιῶν ἔθνος ἦλθε δυσφώνων, ψᾶρέςτ’ὀρύκται σπερμάτων ἀρουραίων. τῷ δ’ἠκολούθει σφενδόνην ἔχων κοίλην παιδίσκος. οἱ δὲ ψᾶρες ἐκ συνηθείης ἤκουον, εἰ τὴν σφενδόνην πότ’ᾐτήκει, καὶ πρὶν λαβεῖν ἔφευγον. εὗρε δὴ τέχνην ὁ γεωργὸς ἄλλην, τόντε παῖδα φωνήσας ἐδίδασκεν · “ὦ παῖ, χρὴ γὰρ ὀρνέων ἡμᾶς σοφὸν δολῶσαι φῦλον · ἡνίκ’ἂν τοίνυν ἔλθωσ’, ἐγὼ μὲν” εἶπεν “ἄρτον αἰτήσω, σὺ δ’οὐ τὸν ἄρτον, σφενδόνην δέ μοι δώσεις”. οἱ ψᾶρες ἦλθον κα- κἀνέμοντο τὴν χώρην. ὁ δ’ἄρτον ᾔτει, καθάπερ εἶχε συνθήκην · οἱ δ’οὐκ ἔφευγον. τῷ δ’ὁ παῖς λίθων πλήρη τὴν σφενδόνην ἔδωκεν · ὁ δὲ γέρων ῥίψας τοῦ μὲν τὸ βρέγμα, τοῦ δ’ἔτυψε τὴν κνήμην, ἑτέρου τὸν ὦμον · οἱ δ’ἔφευγον ἐκ χώρης. γέρανοι συνήντων καὶ τὸ συμβὰν ἠρώτων. καί τις κολοιῶν εἶπε · “φεύγετ’ἀνθρώπων γένος πονηρὸν, ἄλλα μὲν πρὸς ἀλλήλους λαλεῖν μαθόντων, ἄλλα δ’ἔργα ποιούντων”. δεινὸν τὸ φῦλον τῶν δόλῳ τι πραττόντων.