Aesop and Aesopica

Fables, Fabula 12b

ἐν σπηλαίῳ ἀοικήτῳ αἰγοβοσκὸς ἐν χειμῶνι αἶγα, ἤγαγεν. εὗρεν δὲ ἐλεῖ ἀγρίας αἶγας καὶ τράγους, πλείονας ὧν εἶχεν αὐτὸς καὶ μείζους. τὰς ἰδίας δὲ ἀφεὶς ἐπὶ ταῖς ἀγρίαις, ταύτας ἔτρεφε τοῖς φύλλοις. ὅτε δὲ εὐδία γέγονε, τὰς μὲν ἰδίας εὗρε τεθνεώσας ἐκ τοῦ λιμοῦ, αἱ δὲ ἄγριαι πρὸς τὸ ὄρος ἔφυγον. δὲ αἰπόλος γελαστὸς εἰς τὸν οἶκον ἦλθε κενός. ὅτι οὐδαμῶς ἡμᾶς πρέπει ἀμελεῖν τῶν οἰκείων, ἐπ’ἐλπίδι κέρδους ἐξ ἀλλοτρίων γενησομένου.