Aesop and Aesopica

Fables, Fabula 65b

τέττιξ, ἄνδρα τινὰ θεασάμενος κατασχεῖν αὐτὸν μηχανώμενον, ἔφη πρὸς αὐτόν · ἐκείνοις τοῖς ὀρνέοις ἐπέρχου, παρ’ὧν σοι καὶ ὄφελός τι προσγενήσεται · ἐμὲ γὰρ εἰ κατάσχῃς, οὐδὲν ἐξ ἐμοῦ τὸ παράπαν κερδανεῖς. μῦθος δηλοῖ, ὡς οὐ χρή τινα τῶν ἀχρήστων καὶ ἀνονήτων ἐφίεσθαι.