ἔν τινι νησιδίῳ ταῦρος ἐνέμετο · τῇ δὲ τούτου κόπρῳ κάνθαροι ἐτρέφοντο δύο. καὶ δὴ τοῦ χειμῶνος ἐνισταμένου ὁ εἷς ἔλεγε πρὸς τὸν ἕτερον, ὡς ἄρα βούλοιτο δὴ εἰς τὴν ἤπειρον διαπτάσθαι, ἵνα ἐκείνῳ μόνῳ ἡ τροφὴ ἱκανὴ ὑπάρχῃ, καὶ ὡς ἂν ἐκεῖσε ἐλθών τὸν χειμῶνα διαγένηται. ἔλεγε δὲ ὅτι, ἐὰν πολλὴν εὕρῃ τὴν νομὴν, καὶ αὐτῷ οἴσει. παραγενόμενος δὲ εἰς τὴν χέρσον, καὶ καταλαβὼν πολλὴν μὲν κόπρον, ὑγρὰν δὲ, μένων ἐνταῦθα ἐτρέφετο. τοῦ δὲ χειμῶνος διελθόντος πάλιν εἰς τὴν νῆσον διέπτη · ὁ δὲ ἕτερος θεασάμενος αὐτὸν λιπαρὸν καὶ εὐεκτοῦντα, ᾐτιάσατο αὐτὸν, διότι προϋποσχόμενος οὐδὲν ἐκόμισεν. ὁ δὲ εἶπε · “μὴ ἐμὲ μέμφου, τὴν δὲ φύσιν τοῦ τόπου · ἐκεῖθεν γὰρ τρέφεσθαι μὲν οἷόντε, φέρεσθαι δὲ οὐδέν”. ὁ λόγος ἁρμόσειεν ἄν πρὸς ἐκείνους, οἵ τὰς φιλίας μέχρις ἑστιάσεως μόνον παρέχονται, περαιτέρω δὲ οὐδὲν τοὺς φίλους ὠφελοῦσιν.