Aesop and Aesopica

Fables, Fabula 249b

ἐρασθέντα φασὶ λέοντα παρθένου διαλεχθῆναι τῷ πατρὶ τῆς κόρης ὑπὲρ τοῦ γάμου · τὸν δὲ πατέρα λέγειν, ὡς ἕτοιμος μέν ἐστιν αὐτῷ δοῦναι, δεδοικέναι δὲ τοὺς ὄνυχας καὶ τοὺς ὀδόντας, μή ποτε γήμας καὶ παροξυνθεὶς διά τινα αἰτίαν προσενέγκηται τῇ παρθένῳ θηριωδῶς. τοῦ δὲ λέοντος ἐξελόντος τούςτε ὄνυχας καὶ τοὺς ὀδόντας, τὸν πατέρα θεωρήσαντα πάντα δι’ὧν ἦν φοβερὸς ἀποβεβληκότα, τύπτοντα τῷ ξύλῳ ῥᾳδίως ἀποκτεῖναι.