Aesop and Aesopica

Fables, Fabula 276b

λύκου ποτὲ λαιμῷ ὀστέον ἐπάγη · τῇ δὲ γεράνῳ μισθὸν παρέξειν εἶπεν, εἰ τὴν κεφαλὴν αὐτῆς προσεπιβαλοῦσα, ἐξανασπάσαι ἐκ τοῦ λαιμοῦ αὐτοῦ τὸ ὀστοῦν δὲ ἐκβαλοῦσα τὸν μισθὸν ἐπεζήτει. γελάσας οὖν λύκος καὶ τοὺς ὀδόντας θήξας, ἀρκεῖ σοι εἶπεν ἀντὶ μισθοῦ τοῦτο καὶ μόνον, ὅτι ἐκ λύκου στόματος καὶ ὀδόντων ἐξεῖλες κάραν σῴαν μηδὲν παθοῦσαν. μῦθος πρὸς ἄνδρας δολίους, οἵτινες ἐκ κινδύνων διασωθέντες, τοῦτο παρέχουσι τοῖς εὐεργέταις ἀντὶ χάριτος, τὸ μὴ βλάψαι αὐτούς.