Aesop and Aesopica

Fables, Fabula 154

Ζεὺς, γάμους τελῶν, συγκαλεσάμενος τὰ ζῶα πάντα εἱστία. μόνης δὲ χελώνης ὑστερησάσης, διαπορῶν τὴν αἰτίαν τῇ ὑστεραίᾳ ἐπυνθάνετο αὐτῆς · διὰ τί μόνη ἐπὶ τὸ δεῖπνον οὐκ ἦλθες; τῆς δὲ εἰπούσης φίλος οἶκος ἄριστος οἶκος, ἀγανακτήσας κατ’αὐτῆς παρεσκεύασεν αὐτὴν τὸν οἶκον αὐτὸν βαστάζουσαν περιφέρειν . οὕτω πολλοὶ τῶν ἀνθρώπων αἱροῦνται λιτῶς οἰκεῖν παρ’ἄλλοις πολυτελῶς διαιτᾶσθαι.