Aesop and Aesopica

Fables, Fabula 229

κύων λαγωὸν διώξας ἐκράτησε · καὶ ποτὲ μὲν ἔδακνε, ποτὲ δὲ σαίνων προσέχαιρε καὶ ἐφίλει. καὶ λαγωὸς εἶπεν · εἰ μὲν φίλος εἶ, τί δάκνεις; εἰ δὲ ἐχθρὸς, τί σαίνεις οὐράν;