Aesop and Aesopica

Fables, Fabula 27b

Ἴωνες καὶ Αἰολέες, ὡς οἱ Λυδοὶ τάχιστα κατεστράφατο ὑπὸ Περσέων, ἔπεμπον ἀγγέλους ἐς Σάρδις παρὰ Κῦρον, ἐθέλοντες ἐπὶ τοῖσι αὐτοῖσι εἶναι τοῖσι καὶ Κροίσῳ ἔσαν κατήκοοι. δὲ ἀκούσας αὐτέων τὰ προΐσχοντο ἔλεξέ σφι λόγον, ἄνδρα φὰς αὐλητὴν, ἰδόντα ἰχθῦς ἐν τῇ θαλάσσῃ, αὐλέειν, δοκέοντά σφεας ἐξελεύσεσθαι ἐς γῆν · ὡς δὲ ψευσθῆναι τῆς ἐλπίδος, λαβεῖν ἀμφίβληστρον καὶ περιβαλεῖντε πλῆθος πολλὸν τῶν ἰχθύων καὶ ἐξειρύσαι · ἰδόντα δὲ παλλομένους, εἰπεῖν ἄρα αὐτὸν πρὸς τοὺς ἰχθῦς · παύεσθέ μοι ὀρχεόμενοι, ἐπεὶ οὐ δ’ἐμέο αὐλέοντος ἠθέλετε ἐκβαίνειν ὀρχεόμενοι. Κῦρος μὲν τοῦτον τὸν λόγον τοῖσι Ἴωσι καὶ τοῖσι Αἰολεῦσι τῶνδε εἵνεκα ἔλεξε, ὅτι δὴ οἱ Ἴωνες πρότερον, αὐτοῦ Κύρου δεηθέντος δι’ἀγγέλων ἀπίστασθαί σφεας ἀπὸ Κροίσου, οὐκ ἐπείθοντο, τότε δὲ, κατεργασμένων τῶν πρηγμάτων, ἔσαν ἕτοιμοι πείθεσθαι Κύρῳ.