ψύλλα ποτὲ πηδήσασα, ἐκάθισεν ἐπὶ πόδα ἀνδρὸς ἀθλητοῦ σοβοῦντος, καὶ ἁλλομένη ἐνῆκε δῆγμα. ὁ δὲ ἀκροχολήσας ηὐτρέπισε τούς ὄνυχας, ὅπως συνθλάσῃ ταύτην · ἡ δὲ ἀφ’ὁρμῆς φυσικῆς πήδημα λαβοῦσα, ἀπέδρα, τοῦ θανεῖν ἀπαλλαγεῖσα. καὶ ὅς στενάξας εἶπεν · “ὦ Ἡράκλεις, διὰ τί ἐπὶ κακοὺς ἀνταγωνιστὰς οὐκ εἶ συνεργός”; ὁ λόγος δηλοῖ, ὅτι οὐ δεῖ ἐπὶ τὰ ἐλάχιστα καὶ ἀκίνδυνα πράγματα εὐθύς τούς θεούς ἐπικαλεῖσθαι, ἀλλ’ἐπὶ ταῖς μείζοσιν ἀνάγκαις καὶ συμφοραῖς.