λύκοι πρέσβεις ἔστειλαν τοῖς προβάτοις, εἰρήνην ποιῆσαι μετ’αὐτῶν διηνεκῆ, εἰ τοὺς κύνας λάβωσι καὶ διαφθείρωσι. τὰ μωρὰ δὲ πρόβατα συνέθεντο τοῦτο ποιῆσαι · ἀλλά τις γέρων κριὸς εἶπεν · “πῶς ὑμῖν πιστεύσω καὶ συνοικήσω, ὅπου, καὶ τῶν κυνῶν φυλαττόντων με, ἀκινδύνως νέμεσθαι οὐ δυνατόν ἐστι”; ὅτι οὐ δεῖ τινα ἀσφαλείας τῆς ἑαυτοῦ γυμνωθῆναι, τοῖς ἀκαταλλάκτοις ἐχθροῖς δι’ὅρκων πεισθέντα.