Aesop and Aesopica

Fables, Fabula 67

δειλὸς φιλάργυρος λέοντα χρυσοῦν εὑρὼν ἔλεγεν · οὐκ οἶδα τίς γένωμαι ἐν τοῖς παροῦσιν · ἐγὼ ἐκβέβλημαι τῶν φρενῶν, καὶ τί πράττειν οὐκ ἔχω · μερίζει με φιλοχρηματία καὶ τῆς φύσεως δειλία. ποία γὰρ τύχη ποῖος δαίμων εἰργάσατο χρυσοῦν λέοντα; μὲν γὰρ ἐμὴ ψυχὴ πρὸς τὰ παρόντα ἑαυτῇ πολεμεῖ · ἀγαπᾷ μὲν τὸν χρυσὸν, δέδοικε δὲ τοῦ χρυσοῦ τὴν ἐργασίαν · ἅπτεσθαι μὲν ἐλαύνει πόθος, ἀπέχεσθαι δὲ τρόπος. τύχης διδούσης καὶ μὴ λαμβάνεσθαι συγχωρούσης. θησαυρὸς ἡδονὴν μὴ ἔχων. χάρις δαίμονος ἄχαρις γενομένη. τί οὖν; ποίῳ τρόπῳ χρήσωμαι; ἐπὶ ποίαν ἔλθω μηχανὴν; ἂπειμι τοὺς οἰκέτας δεῦρο κομίσων, λαβεῖν ὀφείλοντας τῇ πολυπληθεῖ συμμαχίᾳ · κἀγὼ πόρρω ἔσομαι θεατής. λόγος ἁρμόζει πρός τινα πλούσιον, μὴ τολμῶντα προσψαῦσαι καὶ χρήσασθαι τῷ πλούτῳ.