Aesop and Aesopica

Fables, Fabula 364

εὐτεκνίης ἔπαθλα πᾶσι τοῖς ζώοις Ζεὺς ἔθηκε, πάντα δ’ἔβλεπεν κρίνων. ἦλθεν δὲ καὶ πίθηκος, ὡς καλὴ μήτηρ πίθωνα γυμνὸν σιμὸν ἠρμένη κόλποις. γέλως δ’ἐπ’αὐτῷ τοῖς θεοῖς ἐκινήθη · δ’εἶπεν οὔτω · Ζεὺς μὲν οἶδε τὴν νίκην · ἐμοὶ δὲ πάντων οὗτός ἐστι καλλίων. λόγος δοκεῖ μοι πᾶσι τοῦτο σημαίνειν · τά γ’αὐτὸς αὑτοῦ πᾶς τις εὐπρεπῆ κρίνει.