Aesop and Aesopica

Fables, Fabula 56b

ἀνήρ τις, μέσην ἔχων ἥβην, δύο ἔσχεν ἑταίρας, μίαν μὲν γραῦν, τὴν δὲ ἑτέραν νέαν. τούτῳ μὲν γραῦς τὰς μελαίνας τρίχας ἔτιλλεν, ὡς γέροντα τοῦτον θέλουσα, δὲ νέα τὰς πολιάς · ἕως αὐτὸν φαλακρὸν ἐποίησαν καὶ ὄνειδος ἀπάντων. ὅτι ἐλεεινός ἐστιν ὃς εἰς γυναῖκας ἐμπίπτει.