Aesop and Aesopica

Fables, Fabula 29

ἀλκυὼν ὄρνεόν ἐστι φιλέρημον διὰ παντὸς ἐν θαλάττῃ διαιτώμενον. ταύτην λέγεται τὰς τῶν ἀνθρώπων θήρας φυλαττομένην ἐν σκοπέλοις παραθαλαττίοις νεοττοποιεῖσθαι. καὶ δή ποτε τίκτειν μέλλουσα παρεγένετο εἲς τι ἀκρωτήριον, καὶ θεασαμένη πέτραν ἐπὶ θαλάσσῃ ἐνεοττοποιεῖτο ἐνταῦθα. ἐξελθούσης δ’αὐτῆς ποτε ἐπὶ νομὴν, συνέβη τὴν θάλασσαν ὑπὸ λάβρων πνευμάτων κυματωθεῖσαν ἐξαρθῆναι μέχρι τῆς καλιᾶς, καὶ ταύτην ἐπικλύσασαν τοὺς νεοττοὺς διαφθεῖραι. καὶ ἀλκυὼν ἐπανελθοῦσα ὡς ἔγνω τὸ γεγονὸς, εἶπεν · ἀλλ’ἔγωγε δειλαία, ἥτις τὴν γῆν ὡς ἐπίβουλον φυλαττομένη ἐπὶ ταύτην κατέφυγον, πολλῷ μοι γέγονεν ἀπιστοτέρα. οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τοὺς ἐχθροὺς φυλαττόμενοι λανθάνουσι πολλῷ χαλεπωτέροις τῶν ἐχθρῶν φίλοις ἐμπίπτοντες.