ὄνος ἡλκωμένος τὸν νῶτον ἔν τινι λειμῶνι ἐνέμετο · κόρακος δὲ ἐπικαθίσαντος αὐτῷ καὶ τὸ ἕλκος κρούοντος, ὁ ὄνος ἀλγῶν ὠγκᾶτο καὶ ἐσκίρτα. τοῦ δὲ ὀνηλάτου πόρρωθεν στάντος καὶ γελῶντος, λύκος παριὼν ἐθεάσατο, καὶ πρὸς αὐτὸν ἔφη · “ἄθλιοι ἡμεῖς, οἳ, κα- κἂν αὐτὸ μόνον ὀφθῶμεν, διωκόμεθα · τούτῳ δὲ καὶ προσγελῶσιν”. ὁ λόγος δηλοῖ, ὅτι οἱ κακοῦργοι τῶν ἀνθρώπων καὶ ἐξ ἀπροόπτου (ἀπόπτου G) δῆλοί εἰσιν.