Aesop and Aesopica

Fables, Fabula 404

τράγος ἐν τῇ ἐκβολῇ τῆς ἀμπέλου τὴν βλάστην ἔτρωγε. τούτῳ δὲ προσεῖπεν ἡ ἄμπελος · “τί με βλάπτεις; μὴ οὐκ ἔστι χλόη; ὅμως ὅσον σοῦ θυομένου οἴνον χρῇζουσιν, ἐγὼ παρέξω”. τοὺς ἀχαρίστους καὶ βουλομένους τούς φίλους πλεονεκτεῖν ἐλέγχει ὁ λόγος.