ἐμισθώσατό τις ὄνον ἀπιὼν εἰς Δελφούς. καὶ ὡς καῦμα κατήπειγεν, ὑπὸ τὴν σκιὰν τοῦ ὄνου κατέδυ ὁ μισθωσάμενος αὐτόν. ὁ δὲ τοῦ ὄνου δεσπότης ἐμάχετο αὐτῷ, λέγων ὅτι “τὸν ὄνον σοι ἐμίσθωσα, οὐχὶ καὶ τὴν σκιὰν αὐτοῦ”. ὁ λόγος περὶ τῶν ἐπ’εὐτελέσι φιλονεικούντων.