χελώνη καὶ λαγωὸς περὶ ὀξύτητος ἢριζον · καὶ δὴ προθεσμίαν στήσαντες καὶ τόπον ἀπηλλάγησαν. ὁ μὲν οὖν λαγωὸς διὰ τὴν φυσικὴν ὠκύτητα ἀμελήσας τοῦ δρόμου, πεσὼν παρὰ τὴν ὁδὸν ἐκοιμᾶτο, ἡ δὲ χελώνη συνειδυῖα ἑαυτῇ τὴν βραδύτητα, οὐ διέλιπε τρέχουσα, καὶ οὕτω κοιμώμενον τὸν λαγωὸν παραδραμοῦσα εἰς τὸ βραβεῖον τῆς νίκης ἀφίκετο. ὁ λόγος δηλοῖ, ὅτι πολλάκις φύσιν ἀμελοῦσαν ὁ πόνος ἐνίκησε.