Aesop and Aesopica

Fables, Fabula 202

κολοιόν τις συλλαβὼν καὶ δήσας τον αὐτοῦ πόδα λίνῳ, τοῖς αὑτοῦ παισὶν ἔδωκεν. δὲ οὐχ ὑπομείνας τὴν μετ’ἀνθρώπων δίαιταν, ὡς πρὸς ὀλίγον ἀδείας ἔτυχε, φυγὼν ἧκεν εἰς τὴν ἑαυτοῦ καλιάν. περιειληθέντος δὲ τοῦ δεσμοῦ τοῖς κλάδοις, ἀναπτῆναι μὴ δυνάμενος, ἐπειδὴ ἀποθνήσκειν ἔμελλεν, ἔφη πρὸς ἑαυτόν · ἀλλ’ἔγωγε δείλαιος, ὅστις τὴν μετὰ τῶν ἀνθρώπων δουλείαν μὴ ὑπομείνας ἔλαθον ἐμαυτὸν καὶ σωτηρίας στερήσας. οὗτος λόγος ἁρμόσειεν ἂν ἐπ’ἐκείνους τῶν ἀνθρώπων, οἵτινες μετρίων ἑαυτούς κινδύνων ῥύσασθαι βουλόμενοι ἔλαθον εἰς μείζονα δεινὰ πεσόντες.