γέρανοι γεωργοῦ κατενέμοντο τὴν χώρην, ἐσπαρμένην νεωστὶ πυρίνῳ σίτῳ. ὁ δ’ἄχρι πολλοῦ σφενδόνην κενὴν σείων, ἐδίωκεν αὐτὰς τῷ φόβῳ καταπλήσσων. αἱ δ’ὡς ἐπέσχον σφενδονῶντα τὰς αὔρας, κατεφρόνησαν λοιπὸν, ὥστε μὴ φεύγειν, ἕως ἐκεῖνος οὐκέθ’, ὡς πρὶν εἰώθει, λίθους δὲ βάλλων, ἠλόησε τὰς πλείους. αἱ δ’ἐκλιποῦσαι τὴν ἄρουραν, ἀλλήλαις “φεύγωμεν” ἐκραύγαζον “εἰς τὰς Πυγμαίων · ἅνθρωπος οὗτος οὐκέτ’ἐκφοβεῖν ἡμᾶς ἔοικεν · ἤδη δ’ἄρχεταί τι καὶ πράσσειν”. παραίνεσιν ὁ λόγος ἔχει, δεῖν ταῖς ἐκ λόγων παραινέσεσι πταίοντας εἴκειν, ἵνα μὴ ταῖς ἐξ ἔργων ὀψέ ποτε πειραθεῖεν ὀδύναις.