λέων γηράσας καὶ μὴ δυνάμενος δι’ἀλκῆς ἑαυτῷ τροφὴν πορίζειν, ἔγνω δεῖν δι’ἐπινοίας τοῦτο πρᾶξαι. καὶ δὴ παραγενόμενος εἴς τι σπήλαιον, καὶ ἐνταῦθα κατακλιθεὶς προσεποιεῖτο τὸν νοσοῦντα · καὶ οὕτω τὰ παραγενόμενα πρὸς αὐτὸν εἰς ἐπίσκεψιν ζῶα συλλαμβάνων κατήσθιε. πολλῶν δὲ θηρίων καταναλωθέντων, ἀλώπηξ τὸ τέχνασμα αὐτοῦ συνεῖσα παρεγένετο, καὶ στᾶσα ἄπωθεν τοῦ σπηλαίου ἐπυνθάνετο αὐτοῦ, πῶς ἔχοι · τοῦ δὲ εἰπόντος “κακῶς” καὶ τὴν αἰτίαν ἐρο μένου, δι’ἣν οὐκ εἴσεισιν, ἔφη · “ἀλλ’ἔγωγε εἰσῆλ θον ἄν, εἰ μὴ ἑώρων πολλῶν εἰσιόντων ἴχνη, ἐξιόντος δὲ οὐδενός”. οὕτως οἱ φρόνιμοι τῶν ἀνθρώπων ἐκ τεκμηρίων προορώμενοι τοὺς κινδύνὸυς ἐκφεύγουσι.