Aesop and Aesopica

Fables, Fabula 191

κηπωρῷ τις ἐπιστὰς ἀρδεύοντι λάχανα ἐπυνθάνετο αὐτοῦ, δι’ἣν αἰτίαν τὰ μὲν ἄγρια τῶν λαχάνων εὐθαλῆτέ ἐστι καὶ στερεὰ, τὰ δὲ ἥμερα λεπτὰ καὶ μεμαρασμένα · κἀκεῖνος ἔφη · “ἡ γῆ τῶν μὲν μήτηρ, τῶν δὲ μητρυιά ἐστι”. οὕτω καὶ τῶν παίδων οὐχ ὁμοίως τρέφονται οἱ ὑπὸ μητρυιᾶς τρεφόμενοι τοῖς μητέρας ἔχουσι.