ὄνος, ἐνδυσάμενος λέοντος δέρμα, περιῄει ἐκφοβῶν τὰ ἄλογα ζῶα. καὶ δὴ θεασάμενος ἀλώπεκα ἐπειρᾶτο καὶ ταύτην δεδίττεσθαι. ἡ δὲ, ἐτύγχανε γὰρ αὐτοῦ φθεγξαμένου προακηκουῖα, ἔφη πρὸς αὐτόν · “ἀλλ’εὖ ἴσθι, ὡς καὶ ἐγὼ ἄν σε ἐφοβήθην, εἰ μὴ ὀγκωμένου ἤκουσα”. οὕτως ἔνιοι τῶν ἀπαιδεύτων, τοῖς ἔξωθεν τύφοις δοκοῦντές τινες εἶναι, ὑπὸ τῆς ἰδίας γλωσσαλγίας ἐλέγχονται.