Aesop and Aesopica

Fables, Fabula 11

Ἀθήνῃσιν ἀνὴρ χρεωφειλέτης ἀπαιτούμενος ὑπὸ τοῦ δανειστοῦ τὸ χρέος, τὸ μὲν πρῶτον παρεκάλει ἀναβολὴν αὐτῷ παρασχέσθαι, ἀπορεῖν φάσκων · ὡς δ’οὐκ ἔπειθε, προσαγαγὼν ὗν, ἣν μόνην εἶχε, παρόντος αὐτοῦ ἐπώλει. ὠνητοῦ δὲ προσελθόντος καὶ διερωτῶντος, εἰ τοκὰς ὗς εἴη, ἐκεῖνος ἔφη, μὴ μόνον αὐτὴν τίκτειν, ἀλλὰ καὶ παραδόξως · τοῖς μὲν γὰρ μυστηρίοις θήλεα ἀποκύειν, τοῖς δὲ Παναθηναίοις ἄρσενα. τοῦ δὲ ἐκπλαγέντος πρὸς τὸν λόγον, δανειστὴς εἶπεν · ἀλλὰ μὴ θαύμαζε · αὕτη γάρ σοι καὶ Διονυσίοις ἐρίφους τέξεται. λόγος δηλοῖ, ὅτι πολλοὶ διὰ τὸ ἱδιον κέρδος οὐκ ὀκνοῦσιν οὐ δὲ τοῖς ἀδυνάτοις ψευδομαρτυρεῖν.