σφῆκες καὶ πέρδικες, δίψῃ συνεχόμενοι, πρὸς γεωργὸν ἠλθον, παρ’αὐτοῦ αἰτοῦντες πιεῖν, ἐπαγγελλόμενοι ἀντὶ τοῦ ὕδατος ταύτην τὴν χάριν ἀποδώσειν · οἱ μὲν πέρδικες, σκάπτειν τὰς ἀμπέλους · οἱ δὲ σφῆκες, κύκλῳ περιιόντες τοῖς κέντροις ἀποσοβεῖν τούς κλέπτας. ὁ δὲ γεωργὸς ἔφη · “ἀλλ’ἔμοιγέ εἰσι δύο βόες, οἵ μηδὲν ἐπαγγελλόμενοι πάντα ποιοῦσιν · ἅμεινον οὖν ἐστιν ἐκείνοις δοῦναι, ἤπερ ὑμῖν”. ὁ μῦθος πρὸς ἄνδρας ἐξώλεις, ὠφελεῖν μὲν ἐπαγγελλομένους, βλάπτοντας δὲ μεγάλα.