Aesop and Aesopica

Fables, Fabula 396b

ταῦρος διωκόμενος ὑπὸ λέοντος κατέφυγεν εἰς σπήλαιον, ἐν ᾧ ἧσαν αἶγες ἄγριαι · τυπτόμενος δὲ ὑπ’αὐτῶν ὁ ταῦρος καὶ κερατιζόμενος ἔφη · “οὐχ ὑμᾶς φοβούμενος ἀνέχομαι, ἀλλὰ τὸν πρὸ τοῦ σπηλαίου ἑστῶτα”. οὕτω πολλοὶ διὰ φόβον τῶν κρειττόνων τὰς ἐκ τῶν ἡττόνων ὕβρεις ὑπομένουσιν.