Aesop and Aesopica

Fables, Fabula 66

ἄνθρωπός τις, ξύλινον ἔχων θεὸν, πένης ὢν καθικέτευε τοῦ ἀγαθοποιῆσαι. ὡς οὖν ταῦτ’ἔπραττε, καὶ μᾶλλον ἐν πενίᾳ διῆγε, θυμωθεὶς ἐκ τοῦ σκέλους ἂρας αὐτὸν τῷ τοίχῳ προσέκρουσε. τῆς δὲ κεφαλῆς αὐτοῦ παραχρῆμα κλασθείσης, ἔρρευσε χρυσὸς ἐξ αὐτῆς, ὃν συναγαγὼν ἄνθρωπος ἐβόα · στρεβλὸς τυγχάνεις, ὡς οἶμαι, καὶ ἀγνώμων · τιμῶντά σε γὰρ οὐδὲν ὠφέλησάς με · τυπτήσαντα δὲ πολλοῖς καλοῖς ἠμείψω. μῦθος δηλοῖ, ὅτι οὐδὲν ὠφελήσεις σαυτὸν, πονηρὸν ἄνδρα τιμῶν, αὐτὸν δὲ τύπτων πλέον ὠφελήσεις.