Aesop and Aesopica

Fables, Fabula 169

ἰατρὸς ἐκκομιζομένου τινὸς τῶν οἰκείων ἔλεγε πρὸς τοὺς συμπροπέμποντας, ὡς οὗτος ἅνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἐχρήσατο, οὐκ ἂν ἀπέθανε. τούτῳ δέ τις ὑποτυχών ἔφη · οὗτος, ἀλλ’οὔ σε ἔδει ταῦτα νῦν λέγειν, ὅτε οὐδὲν ὄφελός ἐστι, τότε δὲ παραινεῖν, ὅτε καὶ χρῆσθαι ἡδύνατο. λόγος δηλοῖ, ὅτι χρὴ τοῖς φίλοις παρὰ τὰς χρείας τὰς βοηθείας παρέχεσθαι, ἀλλὰ μὴ μετὰ τὴν τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι.