Aesop and Aesopica

Fables, Fabula 287c

Ὑμηττία μέλισσα, κηρίων μήτηρ, ἀνῆλθεν εἰς θεῶν οἴκους, φέρουσα τῷ Διὶ μέλι μήπω καπνισθέν. Ζεὺς δὲ τῷ δώρῳ ἐτέρφθη, καὶ ὑπέσχετο δοῦναι γέρας ἂν αἰτήσηται. δ’εἶπε · δός μοι κέντρον, ἵνα, εἴ τις ἀνθρώπων τὸ ἐμὸν ἔργον πλησιάσοι ἆραι, ἀναιρῶ τοῦτον. ἀπηρέσθη δὲ Ζεὺς τῇ αἰτήσει · ἠγάπα γὰρ τούς ἀνθρώπους · ὅμως καὶ μὴ θέλων ἔδωκεν · εἶπε γὰρ δώσειν. τοιοῦτον δ’ἔδωκεν, ὡς αὐτὴν ἀποθνήσκειν ἅμα τῷ πλῆξαι · ζωὴ γὰρ αὐτῆς ἐστι πετομένης τὸ κέντρον.