Aesop and Aesopica

Fables, Fabula 210

κορυδαλὸς ἦν τις ἐν χλόῃ νεοσσεύων, τῷ χαραδριῷ πρὸς τὸν ὄρθρον ἀντᾴδων, ὃς παῖδας εἶχε ληίου κόμῃ θρέψας λοφῶντας ἤδη καὶ πτεροῖσιν ἀκμαίους. δὲ τῆς ἀρούρης δεσπότης ἐποπτεύων, ὡς ξηρὸν εἶδε τὸ θέρος, εἶπε · νῦν ὥρη πάντας λαβεῖν μοι τοὺς φίλους, ἵν’ἀμήσω. καί τις κορυδαλοῦ τῶν λοφηφόρων παίδων ἤκουσεν αὐτοῦ τῷτε πατρὶ μηνύει, σκοπεῖν κελεύων ποῦ σφέας μεταστήσει. δ’εἶπεν · οὔπω καιρός ἐστι νῦν φεύγειν ὃς γὰρ φίλοις πέποιθεν οὐκ ἄγαν σπεύδει. ὡς δ’αὖθις ἐλθών ἡλίου δ’ὑπ’ἀκτίνων ἤδη ῥέοντα τὸν στάχυν θεωρήσας, μισθὸν μὲν ἀμητῆρσιν αὔριον πέμψειν, μισθὸν δὲ πᾶσι δραγματηφόροις δώσειν εἶπεν, κορυδαλὸς παισὶ νηπίοις οὕτως · νῦν ἔστιν ὥρη, παῖδες, ἀλλαχοῦ φεύγειν, ὅτ’αὐτὸς αὑτῷ κοὐ φίλοισι πιστεύει. μῦθος διδάσκει ἡμᾶς ἐμπιμελεῖσθαι τῶν οἰκείων, ὅση δύναμις, καὶ μὴ καταφρονεῖν, θαρροῦντας ταῖς τῶν φίλων συνδρομαῖς.