Aesop and Aesopica

Fables, Fabula 366

τοὺς πιθήκους φασὶ δύο τίκτειν, καὶ τὸ μὲν ἓν τῶν γεννημάτων στέργειν καὶ μετ’ἐπιμελείας τρέφειν, τὸ δὲ ἕτερον μισεῖν καὶ ἀμελεῖν. συμβαίνει δὲ κατά τινα θείαν τύχην, τὸ μὲν ἐπιμελούμενον ἡδέως καὶ ἀγκαλιζόμενον παρὰ τῆς μητρὸς ἀποπνίγεσθαι, τὸ δὲ ὀλιγωρούμενον ἐκτελειοῦσθαι. λόγος δηλοῖ, ὅτι πάσης προνοίας τύχη δυνατωτέρα καθέστηκε.