τῷ κόρακι τὸ θήραμα τυρὸς ἦν, καὶ ἐν μετεώρῳ φέρων ἐκάθητο. ἰδοῦσα δὲ ἀλώπηξ ἀπάτῃ περιενόστει τὸν κόρακα · “τί ταῦτα”; λέγουσα · “μετριότητι μὲν, ὦ κόραξ, διενήνοχας σώματος, χροιὰν δὲ φέρεις τῇ τῶν ὀρνίθων ἡγεμονίᾳ προσήκουσαν · εἰ δὲ καὶ φωνὴ παρῆν, ἅπασαν ἄν εἶχες τὴν τῶν ὀρνίθων ἀρχήν”. ταῦτα δὲ εἶπε πρὸς ἀπάτην. ὁ δὲ ὑπαχθεὶς, τὸν τυρὸν ἐκβαλὼν, ἀνέκραγε μέγιστον, φωνῆς ἐπίδειξιν τὴν ἀφαίρεσιν ποιῶν τοῦ θηράματος. ἡ δὲ λαβοῦσα “φωνὴ μὲν, ὦ κόραξ,” εἶπεν “προσῆν, ὁ δὲ νοῦς ἐπιλέλοιπεν”. ἐχθροῖς πειθαρχῶν ὑποστήσῃ τὴν βλάβην.