Aesop and Aesopica

Fables, Fabula 17

αἶγα ἀποστᾶσαν ἀγέλης ἐπανάγειν αἰπόλος ἐπειρᾶτο πρὸς τὰς λοιπάς. ὡς δὲ φωναῖς καὶ συριγμοῖς χρώμενος οὐδὲν μᾶλλον ἤνυεν, λίθον ἀφεὶς καὶ τοῦ κέρως τυχὼν, ἐδεῖτο τῷ δεσπότῃ μὴ κατειπεῖν. δὲ ἀνούστατε εἶπεν αἰπόλων, τὸ κέρας κεκράξεται, κἂν ἐγὼ σιωπήσω. οὕτως λίαν εὐήθεις οἱ τὰ πρόδηλα κρύπτειν ἐθέλοντες.