Aesop and Aesopica

Fables, Fabula 222

κύων, ἐν τῷ χειμῶνι συστρεφόμενος καὶ συσπειρώμενος διὰ τὸ ῥιγοῦν, οἰκίαν ποιεῖν διενοεῖτο. θέρους δ’οὖ πάλιν ἐκτεταμένος καθεύδων, ἐφαίνετο μέγας ἑαυτῷ, καὶ οὔτε ἀναγκαῖον ἡγεῖτο οὔτε μικρὸν ἔργον, οἰκίαν περιβάλλεσθαι τοιαύτην.