Aesop and Aesopica

Fables, Fabula 325

ὄνος ἀκανθώδεις παλιούρους ἤσθιε. τοῦτον ἰδοῦσα ἀλώπηξ εἶπε · πῶς οὕτω τῇ ἀπαλῇ γλώσσῃ τὸ σκληρὸν καὶ ἀκανθῶδες προσφάγιον ἐσθίεις; ὅτι οὐ δεῖ φλυάρων ἀνδρῶν κατηγορίας ἀκούειν · εἰς κίνδυνον γὰρ ἄγουσι τὸν ἀκούοντα.