Aesop and Aesopica

Fables, Fabula 200b

Ζεὺς, βουλόμενος βασιλέα καταστῆσαι ὀρνέων, προθεσμίαν αὐτοῖς ἔταξεν, ἐν παραγενήσονται πάντες πρὸς αὐτὸν, ὅπως τὸν ὡραιότερον πάντων καταστήσῃ ἐπ’αὐτούς βασιλέα. τὰ δὲ παραγενόμενα ἐπί τινα ποταμὸν ἀπενίζοντο. κολοιὸς δὲ. συνιῶν ἑαυτῷ περικειμένην δυσμορφίαν, ἀπελθὼνκαὶτὰ ἀποπίπτοντα τῶν ὀρνέων πτερὰ συλλεξάμενος, ἑαυτῷ περιέθηκέτε καὶ προσεκόλλησε. συνέβη οὖν ἐκ τούτου εὐειδέστερον πάντων γενέσθαι. ἐπέστη οὖν ἡμέρα τῆς προθεσμίας, καὶ ἦλθον πάντα τὰ ὄρνεα πρὸς τὸν Δία. τοῦ δὲ Διὸς μέλλοντος χειροτονῆσαι αὐτοῖς τὸν κολοιὸν βασιλέα διὰ τὴν εὐπρέπειαν, ἀγανακτήσαντα τὰ ὄρνεα ἕκαστον τὸ οἰκεῖον πτερὸν ἀφείλετο ἐξ αὐτοῦ · καὶ κολοιὸς ἦν πάλιν κολοιός. μῦθος δηλοῖ, ὅτι καὶ οἱ χρεωφειλέται καὶ ἐπικτήτους προσκτώμενοι πλούτους, μέχρις ἄν κατέχωσι τὰ ἀλλότρια, δοκοῦσιν εἶναί τινες · ἐπειδὰν δὲ αὐτὰ ἀπαιτηθῶσιν, ὁποῖοι ἦσαν πρότερον γινώσκονται.