μέλισσαι φθονήσασαι ἀνθρώποις τοῦ ἰδίου μέλιτος ἧκον πρὸς τὸν Δία, καὶ ἐδέοντο, ὅπως ἰσχὺν παράσχηται αὐταῖς, τοῖς κέντροις τοὺς προσιόντας τοῖς κηρίοις ἀναιρεῖν. καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ’αὐτῶν διὰ τὴν βασκανίαν παρεσκεύασεν αὐτὰς, ἡνίκα ἄν τινα τύπτωσι, τὸ κέντρον ἀποβάλλειν, μετὰ δὲ τοῦτο καὶ σωτηρίας στερίσκεσθαι “. ὁ λόγος ἂν ἁρμόσειε πρὸς ἄνδρας βασκάνους, οἳ καὶ αὐτοὶ βλάπτεσθαι ὑπομένουσι.