νυκτερὶς καὶ βάτος καὶ αἴθυια πρὸς ἀλλήλους κοιωνίαν σπεισάμενοι ἐμπορεύεσθαι διέγνωσαν. καὶ ἡ μὲν νυκτερὶς ἀργύριον δανεισαμένη εἰς μέσον κατέθηκεν, ἡ δὲ βάτος ἐσθῆτα ἐνεβάλετο, ἡ δὲ αἴθυια τὸ πλοῖον. χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς περιτραπείσης, πάντα ἀπολέσαντες αὐτοὶ ἐπὶ τὴν γῆν διεσώθησαν. καὶ ἡ μὲν αἴθυια ἀπ’ἐκείνου τὸ πλοῖον ζητοῦσα ἐπὶ (κατὰ G) τοῦ βυθοῦ δύνει, οἰομένη ποτὲ εὑρήσειν · ἡ δὲ νυκτερὶς τοὺς δανειστὰς φοβουμένη ἡμέρας μὲν οὐ φαίνεται, νυκτὸς δὲ ἐπὶ νομὴν ἔξεισιν · ἡ δὲ βάτος τὰς ἐσθῆτας ἐπιζητοῦσα τῶν παριόντων ἐπιλαμβάνεται (τῶν) ἱματίων, προσδοκῶσα τὰ ἴδια ἐπιγνώσεσθαι. ὁ λόγος δηλοῖ, ὅτι περὶ ταῦτα μᾶλλον σπουδάζομεν, περὶ ἃ πρότερον πταίσωμεν.