Aesop and Aesopica

Fables, Fabula 143

εὐνοῦχος ἦλθε πρὸς θύτην ὑπὲρ παίδων σκεψόμενος. ὁ θύτης δ’ἁγνὸν ἧπαρ ἁπλώσας “ὅταν μὲν” εἶπε “τοῦτ’ἴδω, πατὴρ γίγνῃ · ὅταν δὲ τὴν σὴν ὄψιν, οὐ δ’ἀνὴρ φαίνῃ”. πρὸς τούς τὰς εὐχὰς ὑπὲρ τῶν οὐ δεόντων ποιουμένους ἢ καὶ ἄλλως μὴ δυναμένων γενέσθαι.