Aesop and Aesopica

Fables, Fabula 267

λύκοις καὶ κυσὶν ἦν ποτε ἔχθρα · κύων δὲ Ἕλλην ᾑρέθη στρατηγὸς κυσίν. οὗτος πρὸς τὴν μάχην ἐβράδυνεν · οἱ δὲ λύκοι ἠπείλουν σφοδρῶς. δὲ εἶπεν · οἴδατε, τίνος χάριν βραδύνω; πρέπον ἐστὶν ἀεὶ προβουλεύεσθαι. ὑμῶν γὰρ τὸ γένος καὶ χροιὰ πάντων ἕν ἐστιν · οἱ ἡμέτεροι δ’ἐκ πολλῶν τρόπων εἰσὶ καὶ τοῖς τόποις καυχῶνται. ἀλλὰ καὶ χροιὰ ἁπάντων οὐκ ἔστι μία καὶ ἴση · ἀλλ’οἱ μὲν μέλανες, οἱ δὲ πυρροὶ, οἱ δὲ λευκοὶ, οἱ δὲ τεφρώδεις. καὶ πῶς ἄν δυνηθείην εἰς πόλεμον ἄρχειν τῶν ἀσυμφώνων καὶ μὴ ὅμοια πάντα ἐχόντων;