παῖς ποτε λουόμενος ἔν τινι ποταμῷ ἐκινδύνευσεν ἀποπνιγῆναι. ἰδὼν δέ τινα ὁδοιπόρον, τοῦτον ἐπὶ βοηθείᾳ ἐκάλει · ὁ δὲ ἐμέμφετο τῷ παιδὶ ὡς τολμηρῷ. τὸ δὲ μειράκιον εἶπε πρὸς αὐτόν · “ἀλλὰ νῦν μοι βοήθει, ὕστερον δὲ σωθέντι μέμψαι”. ὁ μῦθος δηλοῖ τοῦτο · “μὴ μέμφου, πλὴν ἐλέησον”.