Ζεὺς ἐν πίθῳ τὰ χρηστὰ πάντα συλλέξας ἔθηκεν αὐτὸν πωμάσας παρ’ἀνθρώπῳ. ὁ δ’ἀκρατὴς ἄνθρωπος εἰδέναι σπεύδων, τί ποτ’ἦν ἐν αὐτῷ, καὶ τὸ πῶμα κινήσας, διῆκ’ἀπελθεῖν αὐτὰ πρὸς θεῶν οἴκους, κα- κἀκεῖ πέτεσθαι τῆςτε γῆς ἄνω φεύγειν. μόνη δ’ἔμεινεν Ἐλπὶς, ἣν κατειλήφει τεθὲν τὸ πῶμα. τοιγὰρ Ἐλπὶς ἀνθρώποις μόνη σύνεστι, τῶν πεφευγότων ἡμιᾶς ἀγαθῶν ἕκαστον ἐγγυωμένη δώσειν.