Aesop and Aesopica

Fables, Fabula 247b

λέων καὶ ἄρκτος βρῶμά τι εὑρόντες ἐν ἕλει, περὶ τούτου ἐμάχοντο. δεινῶς οὖν ὑπ’ἀλλήλων κατακοπέντες ἐσκοτίσθησαν ἐκ τῆς πολλῆς μάχης, καὶ ἔκειντο ἡμιθανεῖς. ἀλώπηξ δὲ περιϊοῦσα καὶ θεασαμένη πεπτωκότας, ἰδοῦσα καὶ τὸ βρῶμα κείμενον ἐν μέσῳ, ἄρασα τοῦτο δρομαῖος ᾤχετο. οἱ δὲ ἰδόντες αὐτὴν καὶ μὴ δυνάμενοι ἀναστῆναι, εἶπον · ἄθλιοι ὄντως ἡμεῖς, ὅτι δι’ἀλώπεκα ἐμαχόμεθα. μῦθος δηλοῖ, ὅτι πολλοὶ κοπιῶντες καὶ μοχθοῦντες ἑτέροις κέρδος προσκτῶνται.