κόραξ κρέας ἁρπάσας ἐπί τινος δένδρου ἐκάθισεν · ἀλώπηξ δὲ θεασαμένη αὐτὸν καὶ βουλομένη τοῦ κρέως περιγενέσθαι, στᾶσα ἐπῄνει αὐτὸν ὡς εὐμεγέθητε καὶ καλὸν, λέγουσα καὶ, ὡς πρέπει αὐτῷ μάλιστα τῶν ὀρνέων βασιλεύειν, καὶ τοῦτο πάντως ἄν γένοιτο, εἰ φωνὴν εἶχεν. ὁ δὲ παραστῆσαι αὐτῇ βουλόμενος, ὅτι καὶ φωνὴν ἔχει, βαλὼν τὸ κρέας μεγάλως ἐκεκράγει · ἐκείνη δὲ προσδραμοῦσα καὶ τὸ κρέας ἁρπάσασα ἔφη · “ὦ κόραξ, ἔχεις τὰ πάντα · νοῦν μόνον κτῆσαι”. πρὸς ἄνδρα ἀνόητον ὁ λόγος εὔκαιρος.