Aesop and Aesopica

Fables, Fabula 33

ἀλώπηξ λιμώττουσα ὡς ἐθεάσατο ἐπί τινος ἀναδενδράδος βότρυας κρεμαμένους, ἠβουλήθη αὐτῶν περιγενέσθαι, καὶ οὐκ ἡδύνατο · ἀπαλλαττομένη δὲ πρὸς ἑαυτὴν εἶπεν · ὄμφακές εἰσιν. οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι, τῶν πραγμάτων ἐφικέσθαι μὴ δυνάμενοι δι’ἀσθένειαν, τοὺς καιροὺς αἰτιῶνται.