Aesop and Aesopica

Fables, Fabula 188

καρύα τις ἐν ὁδῷ ἱσταμένη καρπὸν ἔφερε πολύν. οἱ δὲ παροδῖται λίθοις καὶ βάκλοις κατέκλων διὰ τὰ κάρυα. δὲ οἰκτρὸν ἔφη · ἀθλία ἐγὼ, ὅτι, οὕς τῷ καρπῷ μου εὐφραίνω, ὑπὸ τούτων δεινὰς ἀντιλαμβάνω χάριτας. τοὺς ἀχαρίστους καὶ κακούργους, τοὺς ἀντὶ ἀγαθῶν κακὰ ἀντιδιδόντας, μῦθος ἐλέγχει.