εἰς λύκον ἀλώπηξ ἐνέπεσεν · ἐδυσώπει δὲ ὡς γραῦν αὐτὴν οὖσαν μὴ ἀποκτεῖναι. ὁ δὲ λύκος ἔφη · “ἐὰν τρεῖς λόγους ἀληθεῖς εἴπῃς μοι, ἀπολυθήσῃ”. ἡ δὲ εἶπεν · “εἴθε μή σοι συνήντησα,” καὶ “μηδαμῶς τῇ ὥρᾳ ταύτῃ ζήσαις,” καὶ “μήπως πάλιν συναντήσαις μοι”. ὅτι ἐν περιστάσει τις ἐμπεσών, καὶ τὰς κεκρυμμέωας τῆς ψυχῆς βουλὰς ἐξάγει.