μῦς ἀρουραῖος ἀστικῷ γίνεται φίλος μυῒ, καὶ τὴν φιλίαν πιστούμενος πρῶτος εἰς ἀγρὸν τὸν ἀστικὸν παρελάμιβανε, καὶ ξενίαν αὐτῷ παρετίθει καὶ τράπεζαν, ἃ φέρειν οἶδε τοῖς ἐνοικοῦσιν ἀγρός. ἀμειβόμενος δὲ τὴν ξενίαν ὁ ἀστικὸς εἰς ἄστυ τὸν ἀρουραῖον ἐκόμιζε, καὶ εἰς ἀνδρὸς εὐπόρου παρελάμβανεν οἶκον. ὡς δὲ τῶν ὄντων ἤδη προσάπτεσθαι ἤθελον, προσιών τις ἀνέκοπτε · καὶ τοσαυτάκις τῆς ἐν τοῖς ὄψοις ἀπηλαύνοντο πείρας, ὁσάκις ἐπειρῶντο μεταλαμβάνειν. καὶ τελευταῖον ὁ ἀρουραῖος “ἄπειμι” ἔφη, “τὴν ἐν ἀγροῖς προτιμῶν μετριότητα τῆς ἐν ἄστει τρυφῆς”. οὕτως οἱ μέτρια κτώμενοι τῶν πλουτούντων εἰσὶν αἱρετώτεροι.