ποιμὴν σκύλακα εἰώθει τρέφειν ἐκ τῶν θνησκόντων προβάτων. καὶ δή ποτε ἐγγὺς ἀμνάδος νοσούσης ἵστάμενον εἶδε τὸν κύνα, κατηφῆ καὶ δοκοῦντα δακρύειν · καὶ ὁμαλίζων αὐτὸν εἶπεν · “καλῶς ποιεῖς συμπαθῶν · πλὴν ἀλλὰ μὴ γένοιτο μη δὲ συμβαίη ὅπερ θέλεις”. ὅτι τοιοῦτος πᾶς ἐστιν, ὃς κληρονόμος ἐστίν.